6.34 Ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδης Κίμωνος τοῦ Στησαγόρεω , κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου τρόπῳ τοιῷδε . Εἶχον Δόλογκοι Θρήικες τὴν Χερσόνησον ταύτην · οὗτοι ὦν οἱ Δόλογκοι πιεσθέντες πολέμῳ ὑπὸ Ἀψινθίων ἐς Δελφοὺς ἔπεμψαν τοὺς βασιλέας περὶ τοῦ πολέμου χρησομένους . δὲ Πυθίη σφι ἀνεῖλε οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην τοῦτον ὃς ἄν σφεας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ . Ἰόντες δὲ οἱ Δόλογκοι τὴν Ἱρὴν Ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤισαν · καί σφεας ὡς οὐδεὶς ἐκάλεε , ἐκτρέπονται ἐπ’ Ἀθηνέων .
6.35 Ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος , ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης Κυψέλου , ἐὼν οἰκίης τεθριπποτρόφου , τὰ μὲν ἀνέκαθεν ἀπ’ Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς , τὰ δὲ νεώτερα Ἀθηναῖος , Φιλαίου τοῦ Αἴαντος παιδὸς γενομένου πρώτου τῆς οἰκίης ταύτης Ἀθηναίου . Οὗτος Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ , ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια . Οἱ δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπ’ αὐτοῦ ἐξέφαινον πᾶν οἱ τὸ μαντήιον , ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεσθαι . Μιλτιάδην δὲ ἀκούσαντα παραυτίκα ἔπεισε λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι . Αὐτίκα δὲ ἐστάλη ἐς Δελφοὺς ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοῖ τά περ αὐτοῦ οἱ Δόλογκοι προσεδέοντο . ʹ