6.33 Ἀπὸ δὲ Ἰωνίης ἀπαλλασσόμενος ναυτικὸς στρατὸς τὰ ἐπ’ ἀριστερὰ ἐσπλέοντι τοῦ Ἑλλησπόντου αἵρεε πάντα · τὰ γὰρ ἐπὶ δεξιὰ αὐτοῖσι τοῖσι Πέρσῃσι ὑποχείρια ἦν γεγονότα κατ’ ἤπειρον . Εἰσὶ δὲ αἱ ἐν τῇ Εὐρώπῃ αἵδε τοῦ Ἑλλησπόντου , Χερσόνησός τε , ἐν τῇ πόλιες συχναὶ ἔνεισι , καὶ Πέρινθος καὶ τὰ Τείχεα τὰ ἐπὶ Θρηίκης καὶ Σηλυμβρίη τε καὶ Βυζάντιον . Βυζάντιοι μέν νυν καὶ οἱ πέρηθε Καλχηδόνιοι οὐδ’ ὑπέμειναν ἐπιπλέοντας τοὺς Φοίνικας , ἀλλ’ οἴχοντο ἀπολιπόντες τὴν σφετέρην ἔσω ἐς τὸν Εὔξεινον Πόντον , καὶ ἐνθαῦτα πόλιν Μεσαμβρίην οἴκησαν . Οἱ δὲ Φοίνικες κατακαύσαντες ταύτας τὰς χώρας τὰς καταλεχθείσας τρέπονται ἐπί τε Προκόννησον καὶ Ἀρτάκην , πυρὶ δὲ καὶ ταύτας νείμαντες ἔπλεον αὖτις ἐς τὴν Χερσόνησον ἐξαιρήσοντες τὰς ἐπιλοίπους τῶν πολίων ὅσας πρότερον προσσχόντες οὐ κατέσυραν . Ἐπὶ δὲ Κύζικον οὐδὲ ἔπλωσαν ἀρχήν · αὐτοὶ γὰρ Κυζικηνοὶ ἔτι πρότερον τοῦ Φοινίκων ἐσπλόου ἐγεγόνεσαν ὑπὸ βασιλέϊ , Οἰβάρεϊ τῷ Μεγαβάζου ὁμολογήσαντες τῷ ἐν Δασκυλείῳ ὑπάρχῳ . Τῆς δὲ Χερσονήσου , πλὴν Καρδίης πόλιος , τὰς ἄλλας πάσας ἐχειρώσαντο οἱ Φοίνικες .