6.31 δὲ ναυτικὸς στρατὸς Περσέων χειμερίσας περὶ Μίλητον τῷ δευτέρῳ ἔτεϊ ὡς ἀνέπλωσε , αἱρέει εὐπετέως τὰς νήσους τὰς πρὸς τῇ ἠπείρῳ κειμένας , Χίον καὶ Λέσβον καὶ Τένεδον . Ὅκως δὲ λάβοι τινὰ τῶν νήσων , ὡς ἑκάστην αἱρέοντες οἱ βάρβαροι ἐσαγήνευον τοὺς ἀνθρώπους . Σαγηνεύουσι δὲ τόνδε τὸν τρόπον · ἀνὴρ ἀνδρὸς ἁψάμενος τῆς χειρὸς ἐκ θαλάσσης τῆς βορηίης ἐπὶ τὴν νοτίην διήκουσι καὶ ἔπειτα διὰ πάσης τῆς νήσου διέρχονται ἐκθηρεύοντες τοὺς ἀνθρώπους . Αἵρεον δὲ καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλις τὰς Ἰάδας κατὰ ταὐτά , πλὴν οὐκ ἐσαγήνευον τοὺς ἀνθρώπους · οὐ γὰρ οἷά τε ἦν .
6.32 Ἐνθαῦτα Περσέων οἱ στρατηγοὶ οὐκ ἐψεύσαντο τὰς ἀπειλὰς τὰς ἐπηπείλησαν τοῖσι Ἴωσι στρατοπεδευομένοισι ἐναντία σφίσι . Ὡς γὰρ δὴ ἐπεκράτησαν τῶν πολίων , παῖδάς τε τοὺς εὐειδεστάτους ἐκλεγόμενοι ἐξέταμνον καὶ ἐποίευν ἀντὶ τοῦ εἶναι ἐνορχέας εὐνούχους , καὶ παρθένους τὰς καλλιστευούσας ἀνασπάστους παρὰ βασιλέα · ταῦτά τε δὴ ἐποίευν καὶ τὰς πόλις ἐνεπίμπρασαν αὐτοῖσι τοῖσι ἱροῖσι . Οὕτω δὴ τὸ τρίτον Ἴωνες κατεδουλώθησαν , πρῶτον μὲν ὑπὸ Λυδῶν , δὶς δὲ ἐπεξῆς τότε ὑπὸ Περσέων .