6.29 Ἐζωγρήθη δὲ Ἱστιαῖος ὧδε . Ὡς ἐμάχοντο οἱ Ἕλληνες τοῖσι Πέρσῃσι ἐν τῇ Μαλήνῃ τῆς Ἀταρνείτιδος χώρης , οἱ μὲν συνέστασαν χρόνον ἐπὶ πολλόν , δὲ ἵππος ὕστερον ὁρμηθεῖσα ἐπιπίπτει τοῖσι Ἕλλησι . Τό τε δὴ ἔργον τῆς ἵππου τοῦτο ἐγένετο , καὶ τετραμμένων τῶν Ἑλλήνων Ἱστιαῖος ἐλπίζων οὐκ ἀπολέεσθαι ὑπὸ βασιλέος διὰ τὴν παρεοῦσαν ἁμαρτάδα φιλοψυχίην τοιήνδε τινὰ ἀναιρέεται · ὡς φεύγων τε κατελαμβάνετο ὑπὸ ἀνδρὸς Πέρσεω καὶ ὡς καταιρεόμενος ὑπ’ αὐτοῦ ἔμελλε συγκεντηθήσεσθαι , Περσίδα γλῶσσαν μετιεὶς καταμηνύει ἑωυτὸν ὡς εἴη Ἱστιαῖος Μιλήσιος .
6.30 Εἰ μέν νυν , ὡς ἐζωγρήθη , ἀνήχθη ἀγόμενος παρὰ βασιλέα Δαρεῖον , δὲ οὔτ’ ἂν ἔπαθε κακὸν οὐδέν , δοκέειν ἐμοί , ἀπῆκέ τ’ ἂν αὐτῷ τὴν αἰτίην . Νῦν δέ μιν αὐτῶν τε τούτων εἵνεκα καὶ ἵνα μὴ διαφυγὼν αὖτις μέγας παρὰ βασιλέϊ γένηται , Ἀρταφρένης τε Σαρδίων ὕπαρχος καὶ λαβὼν Ἅρπαγος , ὡς ἀπίκετο ἀγόμενος ἐς Σάρδις , τὸ μὲν αὐτοῦ σῶμα αὐτοῦ ταύτῃ ἀνεσταύρωσαν , τὴν δὲ κεφαλὴν ταριχεύσαντες ἀνήνεικαν παρὰ βασιλέα Δαρεῖον ἐς Σοῦσα . Δαρεῖος δὲ πυθόμενος ταῦτα καὶ ἐπαιτιησάμενος τοὺς ταῦτα ποιήσαντας ὅτι μιν οὐ ζώοντα ἀνήγαγον ἐς ὄψιν τὴν ἑωυτοῦ , τὴν κεφαλὴν τὴν Ἱστιαίου λούσαντάς τε καὶ περιστείλαντας εὖ ἐνετείλατο θάψαι ὡς ἀνδρὸς μεγάλως ἑωυτῷ τε καὶ Πέρσῃσι εὐεργέτεω . Τὰ μὲν περὶ Ἱστιαῖον οὕτω ἔσχε .