6.27 Φιλέει δέ κως προσημαίνειν , εὖτ’ ἂν μέλλῃ μεγάλα κακὰ πόλι ἔθνεϊ ἔσεσθαι · καὶ γὰρ Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο . Τοῦτο μέν σφι πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν , τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε . Τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον , ὀλίγον πρὸ τῆς ναυμαχίης , παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε στέγη , ὥστε ἀπ’ ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος ἀπέφυγε . Ταῦτα μέν σφι σημήια θεὸς προέδεξε . Μετὰ δὲ ταῦτα ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ τὴν πόλιν ἔβαλε , ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος Λεσβίους ἄγων , κεκακωμένων δὲ τῶν Χίων καταστροφὴν εὐπετέως αὐτῶν ἐποιήσατο .
6.28 Ἐνθεῦτεν δὲ Ἱστιαῖος ἐστρατεύετο ἐπὶ Θάσον ἄγων Ἰώνων καὶ Αἰολέων συχνούς . Περικατημένῳ δέ οἱ Θάσον ἦλθε ἀγγελίη ὡς οἱ Φοίνικες ἀναπλέουσι ἐκ τῆς Μιλήτου ἐπὶ τὴν ἄλλην Ἰωνίην . Πυθόμενος δὲ ταῦτα Θάσον μὲν ἀπόρθητον λείπει , αὐτὸς δὲ ἐς τὴν Λέσβον ἠπείγετο ἄγων πᾶσαν τὴν στρατιήν . Ἐκ Λέσβου δὲ λιμαινούσης οἱ τῆς στρατιῆς πέρην διαβαίνει , ἐκ τοῦ Ἀταρνέος ὡς ἀμήσων τὸν σῖτον τόν τε ἐνθεῦτεν καὶ τὸν ἐκ Καΐκου πεδίου τὸν τῶν Μυσῶν . Ἐν δὲ τούτοισι τοῖσι χωρίοισι ἐτύγχανε ἐὼν Ἅρπαγος ἀνὴρ Πέρσης , στρατηγὸς στρατιῆς οὐκ ὀλίγης · ὅς οἱ ἀποβάντι συμβαλὼν αὐτόν τε Ἱστιαῖον ζωγρίῃ ἔλαβε καὶ τὸν στρατὸν αὐτοῦ τὸν πλέω διέφθειρε .