6.24 Σκύθης δὲ τῶν Ζαγκλαίων μούναρχος ἐκ τῆς Ἴνυκος ἐκδιδρήσκει ἐς Ἱμέρην , ἐκ δὲ ταύτης παρῆν ἐς τὴν Ἀσίην καὶ ἀνέβη παρὰ βασιλέα Δαρεῖον . Καί μιν ἐνόμισε Δαρεῖος πάντων ἀνδρῶν δικαιότατον εἶναι ὅσοι ἐκ τῆς Ἑλλάδος παρ’ ἑωυτὸν ἀνέβησαν · καὶ γὰρ παραιτησάμενος βασιλέα ἐς Σικελίην ἀπίκετο καὶ αὖτις ἐκ τῆς Σικελίης ὀπίσω παρὰ βασιλέα , ἐς γήραϊ μέγα ὄλβιος ἐὼν ἐτελεύτησε ἐν Πέρσῃσι . Σάμιοι δὲ ἀπαλλαχθέντες Μήδων ἀπονητὶ πόλιν καλλίστην Ζάγκλην περιεβεβλέατο .
6.25 Μετὰ δὲ τὴν ναυμαχίην τὴν ὑπὲρ Μιλήτου γενομένην Φοίνικες κελευσάντων Περσέων κατῆγον ἐς Σάμον Αἰάκεα τὸν Συλοσῶντος ὡς πολλοῦ τε ἄξιον γενόμενον σφίσι καὶ μεγάλα κατεργασάμενον · καὶ Σαμίοισι μούνοισι τῶν ἀποστάντων ἀπὸ Δαρείου διὰ τὴν ἔκλειψιν τῶν νεῶν τὴν ἐν τῇ ναυμαχίῃ οὔτε πόλις οὔτε τὰ ἱρὰ ἐνεπρήσθη . Μιλήτου δὲ ἁλούσης αὐτίκα καὶ Καρίην ἔσχον οἱ Πέρσαι , τὰς μὲν ἐθελοντὴν τῶν πολίων ὑποκυψάσας , τὰς δὲ ἀνάγκῃ προσηγάγοντο .
6.26 Ταῦτα μὲν δὴ οὕτω ἐγίνετο . Ἱστιαίῳ δὲ τῷ Μιλησίῳ ἐόντι περὶ Βυζάντιον καὶ συλλαμβάνοντι τὰς Ἰώνων ὁλκάδας ἐκπλεούσας ἐκ τοῦ Πόντου ἐξαγγέλλεται τὰ περὶ τὴν Μίλητον γενόμενα . Τὰ μὲν δὴ περὶ Ἑλλήσποντον ἔχοντα πρήγματα ἐπιτρέπει Βισάλτῃ Ἀπολλοφάνεος παιδὶ Ἀβυδηνῷ , αὐτὸς δὲ ἔχων Λεσβίους ἐς Χίον ἔπλεε , καὶ Χίων φρουρῇ οὐ προσιεμένῃ μιν συνέβαλε ἐν Κοίλοισι καλεομένοισι τῆς Χίης χώρης . Τούτων τε δὴ ἐφόνευσε συχνούς , καὶ τῶν λοιπῶν Χίων , οἷα δὴ κεκακωμένων ἐκ τῆς ναυμαχίης , Ἱστιαῖος ἔχων τοὺς Λεσβίους ἐπεκράτησε , ἐκ Πολίχνης τῆς Χίων ὁρμώμενος . ʹ