6.23 Ἐν τοιόνδε δή τι συνήνεικε γενέσθαι · Σάμιοί τε κομιζόμενοι ἐς Σικελίην ἐγίνοντο ἐν Λοκροῖσι τοῖσι Ἐπιζεφυρίοισι καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ βασιλεὺς αὐτῶν , τῷ οὔνομα ἦν Σκύθης , περικατέατο πόλιν τῶν Σικελῶν ἐξελεῖν βουλόμενοι . Μαθὼν δὲ ταῦτα Ῥηγίου τύραννος Ἀναξίλεως , τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι , συμμείξας τοῖσι Σαμίοισι ἀναπείθει ὡς χρεὸν εἴη Καλὴν μὲν Ἀκτήν , ἐπ’ ἣν ἔπλεον , ἐᾶν χαίρειν , τὴν δὲ Ζάγκλην σχεῖν , ἐοῦσαν ἔρημον ἀνδρῶν . Πειθομένων δὲ τῶν Σαμίων καὶ σχόντων τὴν Ζάγκλην , ἐνθαῦτα οἱ Ζαγκλαῖοι , ὡς ἐπύθοντο ἐχομένην τὴν πόλιν ἑωυτῶν , ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱπποκράτεα τὸν Γέλης τύραννον · ἦν γὰρ δή σφι οὗτος σύμμαχος . Ἐπείτε δὲ αὐτοῖσι καὶ Ἱπποκράτης σὺν τῇ στρατιῇ ἧκε βοηθέων , Σκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡς ἀποβαλόντα τὴν πόλιν Ἱπποκράτης πεδήσας καὶ τὸν ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐς Ἴνυκα πόλιν ἀπέπεμψε , τοὺς δὲ λοιποὺς Ζαγκλαίους κοινολογησάμενος τοῖσι Σαμίοισι καὶ ὅρκους δοὺς καὶ δεξάμενος προέδωκε . Μισθὸς δέ οἱ ἦν εἰρημένος ὅδε ὑπὸ τῶν Σαμίων , πάντων τῶν ἐπίπλων καὶ ἀνδραπόδων τὰ ἡμίσεα μεταλαβεῖν τῶν ἐν τῇ πόλι , τὰ δ’ ἐπὶ τῶν ἀγρῶν πάντα Ἱπποκράτεα λαγχάνειν . Τοὺς μὲν δὴ πλέονας τῶν Ζαγκλαίων αὐτὸς ἐν ἀνδραπόδων λόγῳ εἶχε δήσας , τοὺς δὲ κορυφαίους αὐτῶν τριηκοσίους ἔδωκε τοῖσι Σαμίοισι κατασφάξαι · οὐ μέντοι οἵ γε Σάμιοι ἐποίησαν ταῦτα .