6.10 Οἱ μὲν δὴ ἔλεγον ταῦτα , τῶν δὲ Ἰώνων οἱ τύραννοι διέπεμπον νυκτὸς ἕκαστος ἐς τοὺς ἑωυτοῦ ἐξαγγελλόμενος . Οἱ δὲ Ἴωνες , ἐς τοὺς καὶ ἀπίκοντο αὗται αἱ ἀγγελίαι , ἀγνωμοσύνῃ τε διεχρέωντο καὶ οὐ προσίεντο τὴν προδοσίην , ἑωυτοῖσι δὲ ἕκαστοι ἐδόκεον μούνοισι ταῦτα τοὺς Πέρσας ἐπαγγέλλεσθαι . Ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο .
6.11 Μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί , καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο , ἐν δὲ δὴ καὶ Φωκαιεὺς στρατηγὸς Διονύσιος , λέγων τάδε · ʹ Ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα , ἄνδρες Ἴωνες , εἶναι ἐλευθέροισι δούλοισι , καὶ τούτοισι ὡς δρηπέτῃσι . Νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι , τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται , οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι · εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε , οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν ὑμέας δίκην βασιλέϊ τῆς ἀποστάσιος . Ἀλλ’ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε · καὶ ὑμῖν ἐγώ , θεῶν τὰ ἴσα νεμόντων , ὑποδέκομαι οὐ συμμείξειν τοὺς πολεμίους συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι . ʹ