6.12 Ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ . δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας , ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δ’ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε , τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπ’ ἀγκυρέων , παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι’ ἡμέρης . Μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον , τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες , οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ , ἔλεξαν πρὸς ἑωυτοὺς τάδε · ʹ Τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν ; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαιέϊ ἀλαζόνι , παρεχομένῳ νέας τρεῖς , ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν ; δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι · καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι , πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαί εἰσι . Πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ τι ὦν ἄλλο παθεῖν ἐστι , καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι , ἥτις ἔσται , μᾶλλον τῇ παρεούσῃ συνέχεσθαι . Φέρετε , τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ . ʹ Ταῦτα ἔλεξαν , καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε , ἀλλ’ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ’ ἀναπειρᾶσθαι .