6.9 Αὗται μὲν Ἰώνων ἦσαν . τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι . Ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ πεζός σφι ἅπας παρῆν , ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι , καὶ οὕτω οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες , πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν . Ταῦτα ἐπιλεγόμενοι συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους οἳ ὑπ’ Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους , ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον , τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε · ʹ Ἄνδρες Ἴωνες , νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον · τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ . Προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε , ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν , οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται , οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν πρότερον εἶχον . Εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι , οἱ δὲ πάντως διὰ μάχης ἐλεύσονται , τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες τά περ σφέας κατέξει , ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται καὶ ὥς σφεων τοὺς παῖδας ἐκτομίας ποιήσομεν , τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα , καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν . ʹ