6.8 Μετὰ δὲ ταῦτα πεπληρωμένῃσι τῇσι νηυσὶ παρῆσαν οἱ Ἴωνες , σὺν δέ σφι καὶ Αἰολέων οἳ Λέσβον νέμονται . Ἐτάσσοντο δὲ ὧδε . Τὸ μὲν πρὸς τὴν ἠῶ εἶχον κέρας αὐτοὶ Μιλήσιοι , νέας παρεχόμενοι ὀγδώκοντα · εἴχοντο δὲ τούτων Πριηνέες δυώδεκα νηυσὶ καὶ Μυήσιοι τρισὶ νηυσί . Μυησίων δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί , Τηίων δὲ εἴχοντο Χῖοι ἑκατὸν νηυσί , πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαιέες , Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι , Φωκαιέες δὲ τρεῖς . Φωκαιέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα · τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί . Πασέων δὲ τουτέων σύμπας ἀριθμὸς ἐγένετο τρεῖς καὶ πεντήκοντα καὶ τριηκόσιαι τριήρεες . ʹ