6.t ΕΡΑΤΩ
6.1 Ἀρισταγόρης μέν νυν Ἰωνίην ἀποστήσας οὕτω τελευτᾷ . Ἱστιαῖος δὲ Μιλήτου τύραννος μεμετειμένος ὑπὸ Δαρείου παρῆν ἐς Σάρδις . Ἀπιγμένον δὲ αὐτὸν ἐκ τῶν Σούσων εἴρετο Ἀρταφρένης Σαρδίων ὕπαρχος κατὰ κοῖόν τι δοκέοι Ἴωνας ἀπεστάναι . δὲ οὔτε εἰδέναι ἔφη ἐθώμαζέ τε τὸ γεγονὸς ὡς οὐδὲν δῆθεν τῶν παρεόντων πρηγμάτων ἐπιστάμενος . δὲ Ἀρταφρένης ὁρέων αὐτὸν τεχνάζοντα εἶπε , εἰδὼς τὴν ἀτρεκείην τῆς ἀποστάσιος · ʹ Οὕτω τοι , Ἱστιαῖε , ἔχει κατὰ ταῦτα τὰ πρήγματα · τοῦτο τὸ ὑπόδημα ἔρραψας μὲν σύ , ὑπεδήσατο δὲ Ἀρισταγόρης . ʹ
6.2 Ἀρταφρένης μὲν ταῦτα ἐς τὴν ἀπόστασιν ἔχοντα εἶπε · Ἱστιαῖος δὲ δείσας ὡς συνιέντα Ἀρταφρένεα ὑπὸ τὴν πρώτην ἐπελθοῦσαν νύκτα ἀπέδρη ἐπὶ θάλασσαν , βασιλέα Δαρεῖον ἐξηπατηκώς · ὃς Σαρδὼ ʹ νῆσον τὴν μεγίστην ʹ ὑποδεξάμενος κατεργάσεσθαι ὑπέδυνε τῶν Ἰώνων τὴν ἡγεμονίην τοῦ πρὸς Δαρεῖον πολέμου . Διαβὰς δὲ ἐς Χίον ἐδέθη ὑπὸ Χίων , καταγνωσθεὶς πρὸς αὐτῶν νεώτερα πρήσσειν πρήγματα ἐς αὐτοὺς ἐκ Δαρείου . Μαθόντες μέντοι οἱ Χῖοι τὸν πάντα λόγον , ὡς πολέμιος εἴη βασιλέϊ , ἔλυσαν αὐτόν .
6.3 Ἐνθαῦτα δὴ εἰρωτώμενος ὑπὸ τῶν Ἰώνων Ἱστιαῖος κατ’ τι προθύμως οὕτω ἐπέστειλε τῷ Ἀρισταγόρῃ ἀπίστασθαι ἀπὸ βασιλέος καὶ κακὸν τοσοῦτο εἴη Ἴωνας ἐξεργασμένος , τὴν μὲν γενομένην αὐτοῖσι αἰτίην οὐ μάλα ἐξέφαινε , δὲ ἔλεγέ σφι ὡς βασιλεὺς Δαρεῖος ἐβουλεύσατο Φοίνικας μὲν ἐξαναστήσας ἐν τῇ Ἰωνίῃ κατοικίσαι , Ἴωνας δὲ ἐν τῇ Φοινίκῃ , καὶ τούτων εἵνεκα ἐπιστείλειε . Οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου ἐδειμάτου τοὺς Ἴωνας .