5.125 Ἑκαταίου μέν νυν τοῦ Ἠγησάνδρου , ἀνδρὸς λογοποιοῦ , τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε γνώμη , ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν , ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου · ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον .
5.126 Ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε · αὐτῷ δὲ Ἀρισταγόρῃ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν . Τὴν μὲν δὴ Μίλητον ἐπιτρέπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ , αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην καὶ ἔσχε τὴν χώρην ἐπ’ ἣν ἐστάλη . Ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε Ἀρισταγόρης καὶ στρατὸς αὐτοῦ , πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι .