6.4 Μετὰ δὲ Ἱστιαῖος δι’ ἀγγέλου ποιεύμενος Ἑρμίππου ἀνδρὸς Ἀταρνείτεω τοῖσι ἐν Σάρδισι ἐοῦσι Περσέων ἔπεμπε βυβλία ὡς προλελεσχηνευμένων αὐτῷ ἀποστάσιος πέρι . δὲ Ἕρμιππος πρὸς τοὺς μὲν ἀπεπέμφθη οὐ διδοῖ , φέρων δὲ ἐνεχείρισε τὰ βυβλία τῷ Ἀρταφρένεϊ . δὲ μαθὼν ἅπαν τὸ γινόμενον ἐκέλευε τὸν Ἕρμιππον τὰ μὲν παρὰ τοῦ Ἱστιαίου δοῦναι φέροντα τοῖσί περ ἔφερε , τὰ δὲ ἀμοιβαῖα τὰ παρὰ τῶν Περσέων ἀντιπεμπόμενα Ἱστιαίῳ ἑωυτῷ δοῦναι . Τούτων δὲ γενομένων φανερῶν ἀπέκτεινε ἐνθαῦτα πολλοὺς Περσέων Ἀρταφρένης .
6.5 Περὶ Σάρδις μὲν δὴ ἐγίνετο ταραχή , Ἱστιαῖον δὲ ταύτης ἀποσφαλέντα τῆς ἐλπίδος Χῖοι κατῆγον ἐς Μίλητον , αὐτοῦ Ἱστιαίου δεηθέντος . Οἱ δὲ Μιλήσιοι ἄσμενοι ἀπαλλαχθέντες καὶ Ἀρισταγόρεω οὐδαμῶς πρόθυμοι ἦσαν ἄλλον τύραννον δέκεσθαι ἐς τὴν χώρην , οἷα ἐλευθερίης γευσάμενοι . Καὶ δή , νυκτὸς γὰρ ἐούσης βίῃ ἐπειρᾶτο κατιὼν Ἱστιαῖος ἐς τὴν Μίλητον , τιτρώσκεται τὸν μηρὸν ὑπό τεο τῶν Μιλησίων . μὲν δὴ ὡς ἀπωστὸς τῆς ἑωυτοῦ γίνεται , ἀπικνέεται ὀπίσω ἐς τὴν Χίον · ἐνθεῦτεν δέ , οὐ γὰρ ἔπειθε τοὺς Χίους ὥστε ἑωυτῷ δοῦναι νέας , διέβη ἐς Μυτιλήνην καὶ ἔπεισε Λεσβίους δοῦναί οἱ νέας . Οἱ δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον , ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον , πλὴν ὅσοι αὐτῶν Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι .