5.122 Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων , τραπόμενος ἐς τὴν Προποντίδα εἷλε Κίον τὴν Μυσίην . Ταύτην δὲ ἐξελών , ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης , καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν , καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται , εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν . Αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι .
5.123 Οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε · Ἀρταφρένης δὲ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι . Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι , Αἰολέων δὲ Κύμην .
5.124 Ἁλισκομένων δὲ τῶν πολίων , ἦν γάρ , ὡς διέδεξε , Ἀρισταγόρης Μιλήσιος ψυχὴν οὐκ ἄκρος , ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε , ὁρέων ταῦτα , πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι · πρὸς ταῦτα δὴ ὦν συγκαλέσας τοὺς συστασιώτας ἐβουλεύετο , λέγων ὡς ἄμεινον σφίσι εἴη κρησφύγετόν τι ὑπάρχον εἶναι , ἢν ἄρα ἐξωθέωνται ἐκ τῆς Μιλήτου , εἴτε δὴ ὦν ἐς Σαρδὼ ἐκ τοῦ τόπου τούτου ἄγοι ἐς ἀποικίην , εἴτε ἐς Μύρκινον τὴν Ἠδωνῶν , τὴν Ἱστιαῖος ἐτείχεε παρὰ Δαρείου δωρεὴν λαβών . Ταῦτα ἐπειρώτα Ἀρισταγόρης .