5.119 Μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν , τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος . Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους , Καρῶν δὲ ἐς μυρίους . Ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς Στρατίου ἱρόν , μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρές εἰσι οἳ Διὶ Στρατίῳ θυσίας ἀνάγουσι . Κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης , ὁκότερα παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι .
5.120 Βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι · ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν , οἱ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο . Καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον πρότερον ἑσσώθησαν · πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν .
5.121 Μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες · πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων , ἐλόχησαν τὴν ἐν Πηδάσοισι ὁδόν , ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν , Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης · σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος Γύγεω . Τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασεύς . Οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν . ʹ