5.112 Ταῦτα εἶπε , καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί . Νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας , καὶ τούτων Σάμιοι ἠρίστευσαν . Πεζῇ δέ , ὡς συνῆλθον τὰ στρατόπεδα , συμπεσόντα ἐμάχοντο · κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο . Ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος , Ὀνήσιλος κατὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον · ἐπιβάλλοντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν τοῦ Ὀνησίλου ἀσπίδα , ἐνθαῦτα Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας ·
5.113 Ἀρτύβιος μὲν δὴ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ . Μαχομένων δὲ καὶ τῶν ἄλλων Στησήνωρ , τύραννος ἐὼν Κουρίου , προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι . Προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίευν . Γενομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων . Τετραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε ἔπεσον πολλοὶ καὶ δὴ καὶ Ὀνήσιλός τε Χέρσιος , ὅς περ τὴν Κυπρίων ἀπόστασιν ἔπρηξε , καὶ Σολίων βασιλεὺς Ἀριστόκυπρος Φιλοκύπρου , Φιλοκύπρου δὲ τούτου τὸν Σόλων Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα .