5.111 Ἤλαυνε δὲ ἵππον Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν . Πυθόμενος ὦν ταῦτα Ὀνήσιλος , ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κάρ , τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος , εἶπε πρὸς τοῦτον · ʹ Πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ . Σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι , εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον . ʹ Εἶπε πρὸς ταῦτα ὀπέων αὐτοῦ · ʹ βασιλεῦ , ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς · ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον , φράσω . Βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναί φημι βασιλέϊ τε καὶ στρατηγῷ προσφέρεσθαι · ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν , μέγα τοι γίνεται , καὶ δεύτερα , ἢν σὲ ἐκεῖνος , τὸ μὴ γένοιτο , ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή · ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον . Τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς · ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον . ʹ