5.114 Ὀνησίλου μέν νυν Ἀμαθούσιοι , ὅτι σφέας ἐπολιόρκησε , ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς Ἀμαθοῦντα καί μιν ἀνεκρέμασαν ὑπὲρ τῶν πυλέων . Κρεμαμένης δὲ τῆς κεφαλῆς καὶ ἤδη ἐούσης κοίλης ἐσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν κηρίων μιν ἐνέπλησε . Τούτου δὲ γενομένου τοιούτου , ἐχρέωντο γὰρ περὶ αὐτῆς οἱ Ἀμαθούσιοι , ἐμαντεύθη σφι τὴν μὲν κεφαλὴν κατελόντας θάψαι , Ὀνησίλῳ δὲ θύειν ὡς ἥρωι ἀνὰ πᾶν ἔτος , καί σφι ποιεῦσι ταῦτα ἄμεινον συνοίσεσθαι . Ἀμαθούσιοι μέν νυν ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμέο .
5.115 Ἴωνες δὲ οἱ ἐν Κύπρῳ ναυμαχήσαντες ἐπείτε ἔμαθον τὰ πρήγματα τὰ Ὀνησίλου διεφθαρμένα καὶ τὰς πόλις τῶν Κυπρίων πολιορκεομένας τὰς ἄλλας πλὴν Σαλαμῖνος , ταύτην δὲ Γόργῳ τῷ προτέρῳ βασιλέϊ τοὺς Σαλαμινίους παραδόντας , αὐτίκα μαθόντες οἱ Ἴωνες ταῦτα ἀπέπλεον ἐς τὴν Ἰωνίην . Τῶν δὲ ἐν Κύπρῳ πολίων ἀντέσχε χρόνον ἐπὶ πλεῖστον πολιορκεομένη Σόλοι , τὴν πέριξ ὑπορύσσοντες τὸ τεῖχος πέμπτῳ μηνὶ εἷλον οἱ Πέρσαι .
5.116 Κύπριοι μὲν δὴ ἐνιαυτὸν ἐλεύθεροι γενόμενοι αὖτις ἐκ νέης κατεδεδούλωντο . Δαυρίσης δὲ ἔχων Δαρείου θυγατέρα καὶ Ὑμαίης τε καὶ Ὀτάνης , ἄλλοι Πέρσαι στρατηγοί , ἔχοντες καὶ οὗτοι Δαρείου θυγατέρας , ἐπιδιώξαντες τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων καὶ ἐσαράξαντές σφεας ἐς τὰς νέας , τῇ μάχῃ ὡς ἐπεκράτησαν , τὸ ἐνθεῦτεν ἐπιδιελόμενοι τὰς πόλις ἐπόρθεον .