5.109 Τούτου δὲ τοιούτου γινομένου ἔλεξαν οἱ τύραννοι τῆς Κύπρου , συγκαλέσαντες τῶν Ἰώνων τοὺς στρατηγούς · ʹ Ἄνδρες Ἴωνες , αἵρεσιν ὑμῖν δίδομεν ἡμεῖς οἱ Κύπριοι ὁκοτέροισι βούλεσθε προσφέρεσθαι Πέρσῃσι Φοίνιξι . Εἰ μὲν γὰρ πεζῇ βούλεσθε ταχθέντες Περσέων διαπειρᾶσθαι , ὥρη ἂν εἴη ὑμῖν ἐκβάντας ἐκ τῶν νεῶν τάσσεσθαι πεζῇ , ἡμέας δὲ ἐς τὰς νέας ἐσβαίνειν τὰς ὑμετέρας Φοίνιξι ἀνταγωνιευμένους · εἰ δὲ Φοινίκων μᾶλλον βούλεσθε διαπειρᾶσθαι , ποιέειν χρεόν ἐστι ὑμέας , ὁκότερα ἂν δὴ τούτων ἕλησθε , ὅκως τὸ κατ’ ὑμέας ἔσται τε Ἰωνίη καὶ Κύπρος ἐλευθέρη . ʹ Εἶπαν Ἴωνες πρὸς ταῦτα · ʹ Ἡμέας δὲ ἀπέπεμψε τὸ κοινὸν τῶν Ἰώνων φυλάξοντας τὴν θάλασσαν , ἀλλ’ οὐκ ἵνα Κυπρίοισι τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα . Ἡμεῖς μέν νυν ἐπ’ οὗ ἐτάχθημεν ταύτῃ πειρησόμεθα εἶναι χρηστοί · ὑμέας δὲ χρεόν ἐστι , ἀναμνησθέντας οἷα ἐπάσχετε δουλεύοντες πρὸς τῶν Μήδων , γίνεσθαι ἄνδρας ἀγαθούς . ʹ
5.110 Ἴωνες μὲν τούτοισι ἀμείψαντο . Μετὰ δὲ ἡκόντων ἐς τὸ πεδίον τὸ Σαλαμινίων τῶν Περσέων διέτασσον οἱ βασιλέες τῶν Κυπρίων τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους στρατιώτας ἀντιτάσσοντες , Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι · Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος . ʹ