5.107 Ἱστιαῖος μὲν δὴ λέγων ταῦτα διέβαλλε , Δαρεῖος δὲ ἐπείθετο καί μιν ἀπίει , ἐντειλάμενος , ἐπεὰν τὰ ὑπέσχετό οἱ ἐπιτελέα ποιήσῃ , παραγίνεσθαί οἱ ὀπίσω ἐς τὰ Σοῦσα .
5.108 Ἐν δὲ ἀγγελίη τε περὶ τῶν Σαρδίων παρὰ βασιλέα ἀνήιε καὶ Δαρεῖος τὰ περὶ τὸ τόξον ποιήσας Ἱστιαίῳ ἐς λόγους ἦλθε καὶ Ἱστιαῖος μεμετειμένος ὑπὸ Δαρείου ἐκομίζετο ἐπὶ θάλασσαν , ἐν τούτῳ παντὶ τῷ χρόνῳ ἐγίνετο τάδε . Πολιορκέοντι τῷ Σαλαμινίῳ Ὀνησίλῳ Ἀμαθουσίους ἐξαγγέλλεται νηυσὶ στρατιὴν πολλὴν ἄγοντα Περσικὴν Ἀρτύβιον ἄνδρα Πέρσην προσδόκιμον ἐς τὴν Κύπρον εἶναι . Πυθόμενος δὲ ταῦτα Ὀνήσιλος κήρυκας διέπεμπε ἐς τὴν Ἰωνίην ἐπικαλεόμενός σφεας · Ἴωνες δὲ οὐκ ἐς μακρὴν βουλευσάμενοι ἧκον πολλῷ στόλῳ . Ἴωνές τε δὴ παρῆσαν ἐς τὴν Κύπρον καὶ οἱ Πέρσαι νηυσὶ διαβάντες ἐκ τῆς Κιλικίης ἤισαν ἐπὶ τὴν Σαλαμῖνα πεζῇ · τῇσι δὲ νηυσὶ οἱ Φοίνικες περιέπλεον τὴν ἄκρην αἳ καλεόνται Κληίδες τῆς Κύπρου .