5.106 Προστάξας δὲ ταῦτα εἶπε , καλέσας ἐς ὄψιν Ἱστιαῖον τὸν Μιλήσιον , τὸν Δαρεῖος κατεῖχε χρόνον ἤδη πολλόν · ʹ Πυνθάνομαι , Ἱστιαῖε , ἐπίτροπον τὸν σόν , τῷ σὺ Μίλητον ἐπέτρεψας , νεώτερα ἐς ἐμὲ πεποιηκέναι πρήγματα · ἄνδρας γάρ μοι ἐκ τῆς ἑτέρης ἠπείρου ἐπαγαγὼν καὶ Ἴωνας σὺν αὐτοῖσι τοὺς δώσοντας ἐμοὶ δίκην τῶν ἐποίησαν , τούτους ἀναγνώσας ἅμα ἐκείνοισι ἕπεσθαι Σαρδίων με ἀπεστέρησε . Νῦν ὦν κῶς τοι ταῦτα φαίνεται ἔχειν καλῶς ; Κῶς δὲ ἄνευ τῶν σῶν βουλευμάτων τοιοῦτό τι ἐπρήχθη ; Ὅρα μὴ ἐξ ὑστέρης σεωυτὸν ἐν αἰτίῃ σχῇς . ʹ Εἶπε πρὸς ταῦτα Ἱστιαῖος · ʹ Βασιλεῦ , κοῖον ἐφθέγξαο ἔπος , ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ τοῦ σοί τι μέγα σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν ; Τί δ’ ἂν ἐπιδιζήμενος ποιοῖμι ταῦτα , τέο δὲ ἐνδεὴς ἐών ; Τῷ πάρα μὲν πάντα ὅσα περ σοί , πάντων δὲ πρὸς σέο βουλευμάτων ἐπακούειν ἀξιοῦμαι . Ἀλλ’ εἴπερ τι τοιοῦτο οἷον σὺ εἴρηκας πρήσσει ἐμὸς ἐπίτροπος , ἴσθι αὐτὸν ἐπ’ ἑωυτοῦ βαλλόμενον πεπρηχέναι . Ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον , ὅκως τι Μιλήσιοι καὶ ἐμὸς ἐπίτροπος νεώτερον πρήσσουσι περὶ πρήγματα τὰ σά · εἰ δ’ ἄρα τι τοιοῦτο ποιεῦσι καὶ σὺ τὸ ἐὸν ἀκήκοας , βασιλεῦ , μάθε οἷον πρῆγμα ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας . Ἴωνες γὰρ οἴκασι ἐμέο ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν πάλαι ἵμερον εἶχον · ἐμέο δ’ ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία πόλις ὑπεκίνησε . Νῦν ὦν ὡς τάχος ἄφες με πορευθῆναι ἐς Ἰωνίην , ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρίθετον παραδῶ . Ταῦτα δὲ κατὰ νόον τὸν σὸν ποιήσας θεοὺς ἐπόμνυμι τοὺς βασιληίους μὴ μὲν πρότερον ἐκδύσεσθαι τὸν ἔχων κιθῶνα καταβήσομαι ἐς Ἰωνίην πρὶν ἄν τοι Σαρδὼ νῆσον τὴν μεγίστην δασμοφόρον ποιήσω . ʹ