5.104 Κύπριοι δὲ ἐθελονταί σφι πάντες προσεγένοντο πλὴν Ἀμαθουσίων · ἀπέστησαν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων . Ἦν Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸς νεώτερος , Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ Εὐέλθοντος παῖς . Οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον τὸν Γόργον παρηγορέετο ἀπίστασθαι ἀπὸ βασιλέος , τότε δέ , ὡς καὶ τοὺς Ἴωνας ἐπύθετο ἀπεστάναι , πάγχυ ἐπικείμενος ἐνῆγε . Ὡς δὲ οὐκ ἔπειθε τὸν Γόργον , ἐνθαῦτά μιν φυλάξας ἐξελθόντα τὸ ἄστυ τὸ Σαλαμινίων Ὀνήσιλος ἅμα τοῖσι ἑωυτοῦ στασιώτῃσι ἀπεκλήισε τῶν πυλέων . Γόργος μὲν δὴ στερηθεὶς τῆς πόλιος ἔφευγε ἐς Μήδους · Ὀνήσιλος δὲ ἦρχε Σαλαμῖνος καὶ ἀνέπειθε πάντας Κυπρίους συναπίστασθαι . Τοὺς μὲν δὴ ἄλλους ἀνέπεισε , Ἀμαθουσίους δὲ οὐ βουλομένους οἱ πείθεσθαι ἐπολιόρκεε προσκατήμενος .
5.105 Ὀνήσιλος μέν νυν ἐπολιόρκεε Ἀμαθοῦντα , βασιλέϊ δὲ Δαρείῳ ὡς ἐξαγγέλθη Σάρδις ἁλούσας ἐμπεπρῆσθαι ὑπό τε Ἀθηναίων καὶ Ἰώνων , τὸν δὲ ἡγεμόνα γενέσθαι τῆς συλλογῆς ὥστε ταῦτα συνυφανθῆναι τὸν Μιλήσιον Ἀρισταγόρην , πρῶτα μὲν λέγεται αὐτόν , ὡς ἐπύθετο ταῦτα , Ἰώνων οὐδένα λόγον ποιησάμενον , εὖ εἰδότα ὡς οὗτοί γε οὐ καταπροΐξονται ἀποστάντες , εἰρέσθαι οἵτινες εἶεν οἱ Ἀθηναῖοι , μετὰ δὲ πυθόμενον αἰτῆσαι τὸ τόξον , λαβόντα δὲ καὶ ἐπιθέντα ὀϊστὸν ἄνω πρὸς τὸν οὐρανὸν ἀπεῖναι , καί μιν ἐς τὸν ἠέρα βάλλοντα εἰπεῖν · ʹ Ζεῦ , ἐκγενέσθαι μοι Ἀθηναίους τείσασθαι ʹ , εἴπαντα δὲ ταῦτα προστάξαι ἑνὶ τῶν θεραπόντων δείπνου προκειμένου αὐτῷ ἐς τρὶς ἑκάστοτε εἰπεῖν · ʹ Δέσποτα , μέμνεο τῶν Ἀθηναίων . ʹ