5.102 Καὶ Σάρδιες μὲν ἐνεπρήσθησαν , ἐν δὲ αὐτῇσι καὶ ἱρὸν ἐπιχωρίης θεοῦ Κυβήβης , τὸ σκηπτόμενοι οἱ Πέρσαι ὕστερον ἀντενεπίμπρασαν τὰ ἐν Ἕλλησι ἱρά . Τότε δὲ οἱ Πέρσαι οἱ ἐντὸς Ἅλυος ποταμοῦ νομοὺς ἔχοντες προπυνθανόμενοι ταῦτα συνηλίζοντο καὶ ἐβοήθεον τοῖσι Λυδοῖσι . Καί κως ἐν μὲν Σάρδισι οὐκέτι ἐόντας τοὺς Ἴωνας εὑρίσκουσι , ἑπόμενοι δὲ κατὰ στίβον αἱρέουσι αὐτοὺς ἐν Ἐφέσῳ . Καὶ ἀντετάχθησαν μὲν οἱ Ἴωνες , συμβαλόντες δὲ πολλὸν ἑσσώθησαν . Καὶ πολλοὺς αὐτῶν οἱ Πέρσαι φονεύουσι , ἄλλους τε ὀνομαστούς , ἐν δὲ δὴ καὶ Εὐαλκίδην στρατηγέοντα Ἐρετριέων , στεφανηφόρους τε ἀγῶνας ἀναραιρηκότα καὶ ὑπὸ Σιμωνίδεω τοῦ Κηίου πολλὰ αἰνεθέντα . Οἳ δὲ αὐτῶν ἀπέφυγον τὴν μάχην ἐσκεδάσθησαν ἀνὰ τὰς πόλις .
5.103 Τότε μὲν δὴ οὕτω ἠγωνίσαντο . Μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας ἐπικαλεομένου σφέας πολλὰ δι’ ἀγγέλων Ἀρισταγόρεω οὐκ ἔφασαν τιμωρήσειν σφι . Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες , οὕτω γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον , οὐδὲν δὴ ἧσσον τὸν πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο . Πλώσαντες δὲ ἐς τὸν Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλις πάσας τὰς ταύτῃ ὑπ’ ἑωυτοῖσι ἐποιήσαντο , ἐκπλώσαντές τε ἔξω τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι σύμμαχον εἶναι · καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην συμμαχέειν , ὡς ἐνέπρησαν τὰς Σάρδις , τότε σφι καὶ αὕτη προσεγένετο .