5.101 Τὸ δὲ μὴ λεηλατῆσαι ἑλόντας σφέας τὴν πόλιν ἔσχε τόδε . Ἦσαν ἐν τῇσι Σάρδισι οἰκίαι αἱ μὲν πλέονες καλάμιναι , ὅσαι δ’ αὐτέων καὶ πλίνθιναι ἦσαν καλάμου εἶχον τὰς ὀροφάς . Τουτέων δὴ μίαν τῶν τις στρατιωτέων ὡς ἐνέπρησε , αὐτίκα ἀπ’ οἰκίης ἐπ’ οἰκίην ἰὸν τὸ πῦρ ἐπενέμετο τὸ ἄστυ πᾶν . Καιομένου δὲ τοῦ ἄστεος οἱ Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι , ἀπολαμφθέντες πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρὸς καὶ οὐκ ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος , συνέρρεον ἔς τε τὴν ἀγορὴν καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν , ὅς σφι ψῆγμα χρυσοῦ καταφορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς ἀγορῆς ῥέει καὶ ἔπειτα ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ , δὲ ἐς θάλασσαν . Ἐπὶ τοῦτον δὴ τὸν Πακτωλὸν καὶ ἐς τὴν ἀγορὴν ἁθροιζόμενοι οἵ τε Λυδοὶ καὶ οἱ Πέρσαι ἠναγκάζοντο ἀμύνεσθαι . Οἱ δὲ Ἴωνες ὁρῶντες τοὺς μὲν ἀμυνομένους τῶν πολεμίων , τοὺς δὲ σὺν πλήθεϊ πολλῷ προσφερομένους ἐξανεχώρησαν δείσαντες πρὸς τὸ ὄρος τὸ Τμῶλον καλεόμενον , ἐνθεῦτεν δὲ ὑπὸ νύκτα ἀπαλλάσσοντο ἐπὶ τὰς νέας .