5.99 Ἀρισταγόρης δέ , ἐπειδὴ οἵ τε Ἀθηναῖοι ἀπίκοντο εἴκοσι νηυσί , ἅμα ἀγόμενοι Ἐρετριέων πέντε τριήρεας , οἳ οὐ τὴν Ἀθηναίων χάριν ἐστρατεύοντο ἀλλὰ τὴν αὐτῶν Μιλησίων , ὀφειλόμενά σφι ἀποδιδόντες οἱ γὰρ δὴ Μιλήσιοι πρότερον τοῖσι Ἐρετριεῦσι τὸν πρὸς Χαλκιδέας πόλεμον συνδιήνεικαν ὅτε περ καὶ Χαλκιδεῦσι ἀντία Ἐρετριέων καὶ Μιλησίων Σάμιοι ἐβοήθεον , οὗτοι ὦν ἐπείτε σφι ἀπίκοντο καὶ οἱ ἄλλοι σύμμαχοι παρῆσαν , ἐποιέετο στρατηίην Ἀρισταγόρης ἐς Σάρδις . Αὐτὸς μὲν δὴ οὐκ ἐστρατεύετο ἀλλ’ ἐν Μιλήτῳ ἔμενε , στρατηγοὺς δὲ ἄλλους ἀπέδεξε Μιλησίων εἶναι τὸν ἑωυτοῦ τε ἀδελφεὸν Χαροπῖνον καὶ τῶν ἄλλων ἀστῶν Ἑρμόφαντον . ʹ
5.100 Ἀπικόμενοι δὲ τῷ στόλῳ τούτῳ Ἴωνες ἐς Ἔφεσον πλοῖα μὲν κατέλιπον ἐν Κορησσῷ τῆς Ἐφεσίης , αὐτοὶ δὲ ἀνέβαινον χειρὶ πολλῇ , ποιεύμενοι Ἐφεσίους ἡγεμόνας τῆς ὁδοῦ . Πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον , ἐνθεῦτεν ἐπείτε ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο , αἱρέουσι Σάρδις οὐδενός σφι ἀντιωθέντος , αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος τἆλλα πάντα · τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφρένης ἔχων ἀνδρῶν δύναμιν οὐκ ὀλίγην .