5.98 Ἀρισταγόρης δὲ προπλώσας καὶ ἀπικόμενος ἐς τὴν Μίλητον , ἐξευρὼν βούλευμα ἀπ’ οὗ Ἴωσι μὲν οὐδεμία ἔμελλε ὠφελίη ἔσεσθαι οὐδ’ ὦν οὐδὲ τούτου εἵνεκα ἐποίεε , ἀλλ’ ὅκως βασιλέα Δαρεῖον λυπήσειε , ἔπεμψε ἐς τὴν Φρυγίην ἄνδρα ἐπὶ τοὺς Παίονας τοὺς ἀπὸ Στρυμόνος ποταμοῦ αἰχμαλώτους γενομένους ὑπὸ Μεγαβάζου , οἰκέοντας δὲ τῆς Φρυγίης χῶρόν τε καὶ κώμην ἐπ’ ἑωυτῶν , ὃς ἐπείτε ἀπίκετο ἐς τοὺς Παίονας , ἔλεγε τάδε · ʹ Ἄνδρες Παίονες , ἔπεμψέ με Ἀρισταγόρης Μιλήτου τύραννος σωτηρίην ὑποθησόμενον ὑμῖν , ἤν περ βούλησθε πείθεσθαι . Νῦν γὰρ Ἰωνίη πᾶσα ἀπέστηκε ἀπὸ βασιλέος , καὶ ὑμῖν παρέχει σῴζεσθαι ἐπὶ τὴν ὑμετέρην αὐτῶν . Μέχρι μὲν θαλάσσης αὐτοῖσι ὑμῖν , τὸ δὲ ἀπὸ τούτου ἡμῖν ἤδη μελήσει . ʹ Ταῦτα δὲ ἀκούσαντες οἱ Παίονες κάρτα τε ἀσπαστὸν ἐποιήσαντο καὶ ἀναλαβόντες παῖδας καὶ γυναῖκας ἀπεδίδρησκον ἐπὶ θάλασσαν · οἱ δέ τινες αὐτῶν καὶ κατέμειναν ἀρρωδήσαντες αὐτοῦ . Ἐπείτε δὲ οἱ Παίονες ἀπίκοντο ἐπὶ θάλασσαν , ἐνθεῦτεν ἐς Χίον διέβησαν . Ἐόντων δὲ ἤδη ἐν Χίῳ κατὰ πόδας ἐληλύθεε Περσέων ἵππος πολλὴ διώκουσα τοὺς Παίονας · ὡς δὲ οὐ κατέλαβον , ἐπηγγέλλοντο ἐς τὴν Χίον τοῖσι Παίοσι ὅκως ἂν ὀπίσω ἀπέλθοιεν . Οἱ δὲ Παίονες τοὺς λόγους οὐκ ἐνεδέκοντο , ἀλλ’ ἐκ Χίου μὲν Χῖοί σφεας ἐς Λέσβον ἤγαγον , Λέσβιοι δὲ ἐς Δορίσκον ἐκόμισαν · ἐνθεῦτεν δὲ πεζῇ κομιζόμενοι ἀπίκοντο ἐς Παιονίην .