5.97 Νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας ἐν τούτῳ δὴ τῷ καιρῷ Μιλήσιος Ἀρισταγόρης ὑπὸ Κλεομένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης ἀπίκετο ἐς τὰς Ἀθήνας · αὕτη γὰρ πόλις τῶν λοιπέων ἐδυνάστευε μέγιστον . Ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον Ἀρισταγόρης ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ , ὡς οὔτε ἀσπίδα οὔτε δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν . Ταῦτά τε δὴ ἔλεγε καὶ πρὸς τούτοισι τάδε , ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων εἰσὶ ἄποικοι , καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα · καὶ οὐδὲν τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος , ἐς ἀνέπεισέ σφεας . Πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἕνα , εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν , τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο . Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι , στρατηγὸν ἀποδέξαντες αὐτέων εἶναι Μελάνθιον , ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα δόκιμον . Αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροισι .