5.95 Πολεμεόντων δέ σφεων παντοῖα καὶ ἄλλα ἐγένετο ἐν τῇσι μάχῃσι , ἐν δὲ δὴ καὶ Ἀλκαῖος ποιητὴς συμβολῆς γενομένης καὶ νικώντων Ἀθηναίων αὐτὸς μὲν φεύγων ἐκφεύγει , τὰ δέ οἱ ὅπλα ἴσχουσι Ἀθηναῖοι καί σφεα ἀνεκρέμασαν πρὸς τὸ Ἀθήναιον τὸ ἐν Σιγείῳ . Ταῦτα δὲ Ἀλκαῖος ἐν μέλεϊ ποιήσας ἐπιτιθεῖ ἐς Μυτιλήνην ἐξαγγελλόμενος τὸ ἑωυτοῦ πάθος Μελανίππῳ ἀνδρὶ ἑταίρῳ . Μυτιληναίους δὲ καὶ Ἀθηναίους κατήλλαξε Περίανδρος Κυψέλου · τούτῳ γὰρ διαιτητῇ ἐπετράποντο · κατήλλαξε δὲ ὧδε , νέμεσθαι ἑκατέρους τὴν ἔχουσι . Σίγειον μέν νυν οὕτω ἐγένετο ὑπ’ Ἀθηναίοισι .
5.96 Ἱππίης δὲ ἐπείτε ἀπίκετο ἐκ τῆς Λακεδαίμονος ἐς τὴν Ἀσίην , πᾶν χρῆμα ἐκίνεε , διαβάλλων τε τοὺς Ἀθηναίους πρὸς τὸν Ἀρταφρένεα καὶ ποιέων ἅπαντα ὅκως αἱ Ἀθῆναι γενοίατο ὑπ’ ἑωυτῷ τε καὶ Δαρείῳ . Ἱππίης τε δὴ ταῦτα ἔπρησσε καὶ οἱ Ἀθηναῖοι πυθόμενοι ταῦτα πέμπουσι ἐς Σάρδις ἀγγέλους , οὐκ ἐῶντες τοὺς Πέρσας πείθεσθαι Ἀθηναίων τοῖσι φυγάσι . δὲ Ἀρταφρένης ἐκέλευέ σφεας , εἰ βουλοίατο σόοι εἶναι , καταδέκεσθαι ὀπίσω Ἱππίην . Οὐκ ὦν δὴ ἐνεδέκοντο τοὺς λόγους ἀποφερομένους οἱ Ἀθηναῖοι · οὐκ ἐνδεκομένοισι δέ σφι ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖσι Πέρσῃσι πολεμίους εἶναι .