5.93 Σωκλέης μὲν ἀπὸ Κορίνθου πρεσβεύων ἔλεξε τάδε , Ἱππίης δὲ αὐτὸν ἀμείβετο τοὺς αὐτοὺς θεοὺς ἐπικαλέσας ἐκείνῳ , μὲν Κορινθίους μάλιστα πάντων ἐπιποθήσειν Πεισιστρατίδας , ὅταν σφι ἥκωσι ἡμέραι αἱ κύριαι ἀνιᾶσθαι ὑπ’ Ἀθηναίων . Ἱππίης μὲν τούτοισι ἀμείψατο οἷά τε τοὺς χρησμοὺς ἀτρεκέστατα ἀνδρῶν ἐξεπιστάμενος · οἱ δὲ λοιποὶ τῶν συμμάχων τέως μὲν εἶχον ἐν ἡσυχίῃ σφέας αὐτούς , ἐπείτε δὲ Σωκλέος ἤκουσαν εἴπαντος ἐλευθέρως , ἅπας τις αὐτῶν φωνὴν ῥήξας αἱρέετο τοῦ Κορινθίου τὴν γνώμην , Λακεδαιμονίοισί τε ἐπεμαρτύροντο μὴ ποιέειν μηδὲν νεώτερον περὶ πόλιν Ἑλλάδα .
5.94 Οὕτω μὲν ταῦτα ἐπαύσθη . Ἱππίῃ δὲ ἐνθεῦτεν ἀπελαυνομένῳ ἐδίδου μὲν Ἀμύντης Μακεδὼν Ἀνθεμοῦντα , ἐδίδοσαν δὲ Θεσσαλοὶ Ἰωλκόν · δὲ τούτων μὲν οὐδέτερα αἱρέετο , ἀνεχώρεε δὲ ὀπίσω ἐς Σίγειον , τὸ εἷλε Πεισίστρατος αἰχμῇ παρὰ Μυτιληναίων , κρατήσας δὲ αὐτοῦ κατέστησε τύραννον εἶναι παῖδα τὸν ἑωυτοῦ νόθον Ἡγησίστρατον , γεγονότα ἐξ Ἀργείης γυναικός , ὃς οὐκ ἀμαχητὶ εἶχε τὰ παρέλαβε παρὰ Πεισιστράτου . Ἐπολέμεον γὰρ ἔκ τε Ἀχιλληίου πόλιος ὁρμώμενοι καὶ Σιγείου ἐπὶ χρόνον συχνὸν Μυτιληναῖοί τε καὶ Ἀθηναῖοι , οἱ μὲν ἀπαιτέοντες τὴν χώρην , Ἀθηναῖοι δὲ οὔτε συγγινωσκόμενοι ἀποδεικνύντες τε λόγῳ οὐδὲν μᾶλλον Αἰολεῦσι μετεὸν τῆς Ἰλιάδος χώρης οὐ καὶ σφίσι καὶ τοῖσι ἄλλοισι , ὅσοι Ἑλλήνων συνεπρήξαντο Μενέλεῳ τὰς Ἑλένης ἁρπαγάς .