5.92h Περίανδρος δὲ συνεὶς τὸ ποιηθὲν καὶ νόῳ σχὼν ὥς οἱ ὑπετίθετο Θρασύβουλος τοὺς ὑπερόχους τῶν ἀστῶν φονεύειν , ἐνθαῦτα δὴ πᾶσαν κακότητα ἐξέφαινε ἐς τοὺς πολιήτας · ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων τε καὶ διώκων , Περίανδρός σφεα ἀπετέλεε . Μιῇ δὲ ἡμέρῃ ἀπέδυσε πάσας τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν . Πέμψαντι γάρ οἱ ἐς Θεσπρωτοὺς ἐπ’ Ἀχέροντα ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον παρακαταθήκης πέρι ξεινικῆς οὔτε σημανέειν ἔφη Μέλισσα ἐπιφανεῖσα οὔτε κατερέειν ἐν τῷ κεῖται χώρῳ παρακαταθήκη · ῥιγοῦν τε γὰρ καὶ εἶναι γυμνή · τῶν γάρ οἱ συγκατέθαψε ἱματίων ὄφελος εἶναι οὐδὲν οὐ κατακαυθέντων · μαρτύριον δέ οἱ εἶναι ὡς ἀληθέα ταῦτα λέγει , ὅτι ἐπὶ ψυχρὸν τὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε . Ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον , ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη , ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας . Αἱ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι , δ’ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσέ σφεας πάσας ὁμοίως , τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους , συμφορήσας δὲ τὰ ἱμάτια ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε . Ταῦτα δέ οἱ ποιήσαντι καὶ τὸ δεύτερον πέμψαντι ἔφρασε τὸ εἴδωλον τὸ Μελίσσης ἐς τὸν κατέθηκε χῶρον τοῦ ξείνου τὴν παρακαταθήκην . Τοιοῦτο μὲν ὑμῖν ἐστι τυραννίς , Λακεδαιμόνιοι , καὶ τοιούτων ἔργων . Ἡμέας δὲ τοὺς Κορινθίους τότε τε αὐτίκα θῶμα μέγα εἶχε ὅτε ὑμέας εἴδομεν μεταπεμπομένους Ἱππίην , νῦν τε δὴ καὶ μεζόνως θωμάζομεν λέγοντας ταῦτα . Ἐπιμαρτυρόμεθά τε ἐπικαλεόμενοι ὑμῖν θεοὺς τοὺς Ἑλληνίους μὴ κατιστάναι τυραννίδας ἐς τὰς πόλις . Οὔκων παύσεσθε ἀλλὰ πειρήσεσθε παρὰ τὸ δίκαιον κατάγοντες Ἱππίην ; Ἴστε ὑμῖν Κορινθίους γε οὐ συναινέοντας .