5.92g Τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι γενόμενον πρότερον ἦν ἀτέκμαρτον · τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο , αὐτίκα καὶ τὸ πρότερον συνῆκαν ἐὸν συνῳδὸν τῷ Ἠετίωνος . Συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ , ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι . Ὡς δ’ ἔτεκε γυνὴ τάχιστα , πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο Ἠετίων ἀποκτενέοντας τὸ παιδίον . Ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον · δὲ Λάβδα εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο καὶ δοκέουσά σφεας φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί . Τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατ’ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον προσουδίσαι . Ἐπείτε ὦν ἔδωκε φέρουσα Λάβδα , τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον , καὶ τὸν φρασθέντα τοῦτο οἶκτός τις ἴσχει ἀποκτεῖναι , κατοικτίρας δὲ παραδιδοῖ τῷ δευτέρῳ , δὲ τῷ τρίτῳ , οὕτω τε διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον , οὐδενὸς βουλομένου διεργάσασθαι . Ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ ἐξελθόντες ἔξω , ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι καὶ μάλιστα τοῦ πρώτου λαβόντος , ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα , ἐς δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου μετίσχειν .