5.92b Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε · ἦν ὀλιγαρχίη , καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν , ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων . Ἀμφίονι δὲ ἐόντι τού των τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή · οὔνομα δέ οἱ ἦν Λάβδα . Ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι , ἴσχει Ἠετίων Ἐχεκράτεος , δήμου μὲν ἐὼν ἐκ Πέτρης , ἀτὰρ τὰ ἀνέκαθεν Λαπίθης τε καὶ Καινείδης . Ἐκ δέ οἱ ταύτης τῆς γυναικὸς οὐδ’ ἐξ ἄλλης παῖδες ἐγίνοντο · ἐστάλη ὦν ἐς Δελφοὺς περὶ γόνου . Ἐσιόντα δὲ αὐτὸν ἰθέως Πυθίη προσαγορεύει τοῖσδε τοῖσι ἔπεσι · Ἠετίων , οὔτις σε τίει πολύτιτον ἐόντα . Λάβδα κύει , τέξει δ’ ὀλοοίτροχον · ἐν δὲ πεσεῖται ἀνδράσι μουνάρχοισι , δικαιώσει δὲ Κόρινθον . Ταῦτα χρησθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖσι Βακχιάδῃσι . Τοῖσι τὸ μὲν πρότερον γενόμενον χρηστήριον ἐς Κόρινθον ἦν ἄσημον , φέρον τε ἐς τὠυτὸ καὶ τὸ τοῦ Ἠετίωνος καὶ λέγον ὧδε · Αἰετὸς ἐν πέτρῃσι κύει , τέξει δὲ λέοντα καρτερὸν ὠμηστήν · πολλῶν δ’ ὑπὸ γούνατα λύσει . Ταῦτά νυν εὖ φράζεσθε , Κορίνθιοι , οἳ περὶ καλὴν Πειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον .