5.92d Ἔδεε δὲ ἐκ τοῦ Ἠετίωνος γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν . Λάβδα γὰρ πάντα ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι · δείσασα δὲ μή σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι , φέρουσα κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι , ἐς κυψέλην , ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες ἐς ζήτησιν ἀπικνεοίατο , πάντα ἐρευνήσειν μέλλοιεν . Τὰ δὴ καὶ ἐγένετο . Ἐσελθοῦσι δὲ καὶ διζημένοισι αὐτοῖσι ὡς οὐκ ἐφαίνετο , ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο . Οἱ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα .
5.92e Ἠετίωνι δὲ μετὰ ταῦτα παῖς ηὐξάνετο , καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆς κυψέλης ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη . Ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον ἐν Δελφοῖσι , τῷ πίσυνος γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε Κόρινθον . δὲ χρησμὸς ὅδε ἦν · Ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει , Κύψελος Ἠετίδης , βασιλεὺς κλειτοῖο Κορίνθου , αὐτὸς καὶ παῖδες , παίδων γε μὲν οὐκέτι παῖδες . Τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν . Τυραννεύσας δὲ Κύψελος τοιοῦτος δή τις ἀνὴρ ἐγένετο · πολλοὺς μὲν Κορινθίων ἐδίωξε , πολλοὺς δὲ χρημάτων ἀπεστέρησε , πολλῷ δέ τι πλείστους τῆς ψυχῆς .