5.92a ʹ δὴ τε οὐρανὸς ἔνερθε ἔσται τῆς γῆς καὶ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ , καὶ ἄνθρωποι νομὸν ἐν θαλάσσῃ ἕξουσι καὶ ἰχθύες τὸν πρότερον ἄνθρωποι , ὅτε γε ὑμεῖς , Λακεδαιμόνιοι , ἰσοκρατίας καταλύοντες τυραννίδας ἐς τὰς πόλις κατάγειν παρασκευάζεσθε , τοῦ οὔτε ἀδικώτερόν ἐστι οὐδὲν κατ’ ἀνθρώπους οὔτε μιαιφονώτερον . Εἰ γὰρ δὴ τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηστὸν ὥστε τυραννεύεσθαι τὰς πόλις , αὐτοὶ πρῶτοι τύραννον καταστησάμενοι παρὰ σφίσι αὐτοῖσι οὕτω καὶ παρὰ τοῖσι ἄλλοισι δίζησθε κατιστάναι · νῦν δὲ αὐτοὶ τυράννων ἄπειροι ἐόντες καὶ φυλάσσοντες τοῦτο δεινότατα ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι , παραχρᾶσθε ἐς τοὺς συμμάχους · εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖς , εἴχετε ἂν περὶ αὐτοῦ γνώμας ἀμείνονας συμβαλέσθαι περ νῦν . ʹ