5.91 Τότε δὲ ὡς ἀνέλαβον οἱ Λακεδαιμόνιοι τοὺς χρησμοὺς καὶ τοὺς Ἀθηναίους ὥρων αὐξομένους καὶ οὐδαμῶς ἑτοίμους ἐόντας πείθεσθαι σφίσι , νόῳ λαβόντες ὡς ἐλεύθερον μὲν ἐὸν τὸ γένος τὸ Ἀττικὸν ἰσόρροπον τῷ ἑωυτῶν ἂν γίνοιτο , κατεχόμενον δὲ ὑπὸ τυραννίδος ἀσθενὲς καὶ πειθαρχέεσθαι ἕτοιμον , μαθόντες δὲ τούτων ἕκαστα μετεπέμποντο Ἱππίην τὸν Πεισιστράτου ἀπὸ Σιγείου τοῦ ἐν Ἑλλησπόντῳ ἐς καταφεύγουσι οἱ Πεισιστρατίδαι . Ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε , μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε · ʹ Ἄνδρες σύμμαχοι , συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς · ἐπαρθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας , τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν , καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν , ὃς ἐπείτε δι’ ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε , ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε , δόξαν δὲ φύσας αὐξάνεται , ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες , τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών . Ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν , νῦν πειρησόμεθά σφεα ἅμα ὑμῖν ἀκεόμενοι . Αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων , ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα . ʹ ʹ
5.92 Οἱ μὲν ταῦτα ἔλεγον · τῶν δὲ συμμάχων τὸ πλῆθος οὐκ ἐνεδέκετο τοὺς λόγους · οἱ μέν νυν ἄλλοι ἡσυχίην ἦγον , Κορίνθιος δὲ Σωκλέης ἔλεξε τάδε ·