5.90 Ἐς τιμωρίην δὲ παρασκευαζομένοισι αὐτοῖσι ἐκ Λακεδαιμονίων πρῆγμα ἐγειρόμενον ἐμπόδιον ἐγένετο . Πυθόμενοι γὰρ Λακεδαιμόνιοι τὰ ἐκ τῶν Ἀλκμεωνιδέων ἐς τὴν Πυθίην μεμηχανημένα καὶ τὰ ἐκ τῆς Πυθίης ἐπὶ σφέας τε καὶ τοὺς Πεισιστρατίδας συμφορὴν ἐποιεῦντο διπλήν , ὅτι τε ἄνδρας ξείνους σφίσι ἐόντας ἐξεληλάκεσαν ἐκ τῆς ἐκείνων , καὶ ὅτι ταῦτα ποιήσασι χάρις οὐδεμία ἐφαίνετο πρὸς Ἀθηναίων . Ἔτι δὲ πρὸς τούτοισι ἐνῆγόν σφεας οἱ χρησμοὶ λέγοντες πολλά τε καὶ ἀνάρσια ἔσεσθαι αὐτοῖσι ἐξ Ἀθηναίων , τῶν πρότερον μὲν ἦσαν ἀδαέες , τότε δὲ Κλεομένεος κομίσαντος ἐς Σπάρτην ἐξέμαθον . Ἐκτήσατο δὲ Κλεομένης ἐκ τῆς Ἀθηναίων ἀκροπόλιος τοὺς χρησμούς , τοὺς ἔκτηντο μὲν πρότερον οἱ Πεισιστρατίδαι , ἐξελαυνόμενοι δὲ ἔλιπον ἐν τῷ ἱρῷ · καταλειφθέντας δὲ Κλεομένης ἀνέλαβε .