5.89 Τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινητέων Ἀθηναίοισι γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο . Τότε δὴ Θηβαίων ἐπικαλεομένων προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι . Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια , καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπ’ Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου , καί σφι χωρήσειν τὰ βούλονται · ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται , πολλὰ μέν σφεας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι , πολλὰ δὲ καὶ ποιήσειν , τέλος μέντοι καταστρέψεσθαι . Ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Ἀθηναῖοι , τῷ μὲν Αἰακῷ τέμενος ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆς ἀγορῆς ἵδρυται , τριήκοντα δὲ ἔτεα οὐκ ἀνέσχοντο ἀκούσαντες ὅκως χρεὸν εἴη ἐπισχεῖν πεπονθότας πρὸς Αἰγινητέων ἀνάρσια .