5.88 Ἔστι δὲ ἀληθέϊ λόγῳ χρεωμένοισι οὐκ Ἰὰς αὕτη ἐσθὴς τὸ παλαιὸν ἀλλὰ Κάειρα , ἐπεὶ γε Ἑλληνικὴ ἐσθὴς πᾶσα ἀρχαίη τῶν γυναικῶν αὐτὴ ἦν τὴν νῦν Δωρίδα καλέομεν . Τοῖσι δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι δόξαι πρὸς ταῦτα ἔτι τόδε ποιῆσαι · νόμον εἶναι παρὰ σφίσι ἑκατέροισι τὰς περόνας ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου , καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας , Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον , ἀλλ’ ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν . Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ τε τόσου κατ’ ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας πρὸ τοῦ .