5.87 Λέγεται μέν νυν ὑπ’ Ἀργείων τε καὶ Αἰγινητέων τάδε , ὁμολογέεται δὲ καὶ ὑπ’ Ἀθηναίων , ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς τὴν Ἀττικὴν γενέσθαι · πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον περιγενέσθαι , Ἀθηναῖοι δὲ τοῦ δαιμονίου . Περιγενέσθαι μέντοι οὐδὲ τοῦτον τὸν ἕνα , ἀλλ’ ἀπολέσθαι τρόπῳ τοιῷδε . Κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος · πυθομένας δὲ τὰς γυναῖκας τῶν ἐπ’ Αἴγιναν στρατευσαμένων ἀνδρῶν , δεινόν τι ποιησαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων σωθῆναι , πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούσας καὶ κεντεούσας τῇσι περόνῃσι τῶν ἱματίων εἰρωτᾶν ἑκάστην αὐτέων ὅκου εἴη ἑωυτῆς ἀνήρ . Καὶ τοῦτον μὲν οὕτω διαφθαρῆναι , Ἀθηναίοισι δὲ ἔτι τοῦ πάθεος δεινότερόν τι δόξαι εἶναι τὸ τῶν γυναικῶν ἔργον . Ἄλλῳ μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι τὰς γυναῖκας , τὴν δὲ ἐσθῆτα μετέβαλον αὐτέων ἐς τὴν Ἰάδα · ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκες ἐσθῆτα Δωρίδα , τῇ Κορινθίῃ παραπλησιωτάτην · μετέβαλον ὦν ἐς τὸν λίνεον κιθῶνα , ἵνα δὴ περόνῃσι μὴ χρέωνται .