5.78 Ἀθηναῖοι μέν νυν ηὔξηντο . Δηλοῖ δὲ οὐ κατ’ ἓν μοῦνον ἀλλὰ πανταχῇ ἰσηγορίη ὡς ἐστὶ χρῆμα σπουδαῖον , εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοικεόντων ἦσαν τὰ πολέμια ἀμείνονες , ἀπαλλαχθέντες δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο . Δηλοῖ ὦν ταῦτα ὅτι κατεχόμενοι μὲν ἐθελοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι , ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑωυτῷ προεθυμέετο κατεργάζεσθαι .
5.79 Οὗτοι μέν νυν ταῦτα ἔπρησσον . Θηβαῖοι δὲ μετὰ ταῦτα ἐς θεὸν ἔπεμπον , βουλόμενοι τείσασθαι Ἀθηναίους . δὲ Πυθίη ἀπὸ σφέων μὲν αὐτῶν οὐκ ἔφη αὐτοῖσι εἶναι τίσιν , ἐς πολύφημον δὲ ἐξενείκαντας ἐκέλευε τῶν ἄγχιστα δέεσθαι . Ἀπελθόντων ὦν τῶν θεοπρόπων ἐξέφερον τὸ χρηστήριον ἁλίην ποιησάμενοι · ὡς ἐπυνθάνοντο δὲ λεγόντων αὐτῶν τῶν ἄγχιστα δέεσθαι , εἶπαν οἱ Θηβαῖοι ἀκούσαντες τούτων . ʹ Οὐκ ὦν ἄγχιστα ἡμέων οἰκέουσι Ταναγραῖοί τε καὶ Κορωναῖοι καὶ Θεσπιέες ; Καὶ οὗτοί γε ἅμα ἡμῖν αἰεὶ μαχόμενοι προθύμως συνδιαφέρουσι τὸν πόλεμον . Τί δεῖ τούτων γε δέεσθαι ; Ἀλλὰ μᾶλλον μὴ οὐ τοῦτο τὸ χρηστήριον . ʹ
5.80 Τοιαῦτα ἐπιλεγομένων εἶπε δή κοτε μαθών τις · ʹ Ἐγώ μοι δοκέω συνιέναι τὸ θέλει λέγειν ἡμῖν τὸ μαντήιον . Ἀσωποῦ λέγονται γενέσθαι θυγατέρες Θήβη τε καὶ Αἴγινα · τουτέων ἀδελφεῶν ἐουσέων δοκέω ἡμῖν Αἰγινητέων δέεσθαι τὸν θεὸν χρῆσαι τιμωρητήρων γενέσθαι . ʹ Καὶ οὐ γάρ τις ταύτης ἀμείνων γνώμη ἐδόκεε φαίνεσθαι , αὐτίκα πέμψαντες ἐδέοντο Αἰγινητέων , ἐπικαλεόμενοι κατὰ τὸ χρηστήριόν σφι βοηθέειν , ὡς ἐόντων ἀγχιστέων · οἱ δέ σφι αἰτέουσι ἐπικουρίην τοὺς Αἰακίδας συμπέμπειν ἔφασαν .