5.77 Διαλυθέντος ὦν τοῦ στόλου τούτου ἀκλέως , ἐνθαῦτα Ἀθηναῖοι τείνυσθαι βουλόμενοι πρῶτα στρατιὴν ποιεῦνται ἐπὶ Χαλκιδέας . Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον . Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς βοηθοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν · συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι οἱ Ἀθηναῖοι καὶ πολλῷ ἐκράτησαν , κάρτα δὲ πολλοὺς φονεύσαντες ἑπτακοσίους αὐτῶν ἐζώγρησαν . Τῆς δὲ αὐτῆς ταύτης ἡμέρης οἱ Ἀθηναῖοι διαβάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι καὶ τοῖσι Χαλκιδεῦσι , νικήσαντες δὲ καὶ τούτους τετρακισχιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι · οἱ δὲ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων . Ὅσους δὲ καὶ τούτων ἐζώγρησαν , ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ ἐν πέδαις δήσαντες · χρόνῳ δὲ ἔλυσάν σφεας δίμνεως ἀποτιμησάμενοι . Τὰς δὲ πέδας αὐτῶν , ἐν τῇσι ἐδεδέατο , ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν , αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι , κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου , ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου . Καὶ τῶν λύτρων τὴν δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον χάλκεον · τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι · ἐπιγέγραπται δέ οἱ τάδε · ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν · τῶν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν .