5.81 Πειρησαμένων δὲ τῶν Θηβαίων κατὰ τὴν συμμαχίην τῶν Αἰακιδέων καὶ τρηχέως περιεφθέντων ὑπὸ τῶν Ἀθηναίων , αὖτις οἱ Θηβαῖοι πέμψαντες τοὺς μὲν Αἰακίδας σφι ἀπεδίδοσαν , τῶν δὲ ἀνδρῶν ἐδέοντο . Αἰγινῆται δὲ εὐδαιμονίῃ τε μεγάλῃ ἐπαρθέντες καὶ ἔχθρης παλαιῆς ἀναμνησθέντες ἐχούσης ἐς Ἀθηναίους , τότε Θηβαίων δεηθέντων πόλεμον ἀκήρυκτον Ἀθηναίοισι ἐπέφερον . Ἐπικειμένων γὰρ αὐτῶν Βοιωτοῖσι ἐπιπλώσαντες μακρῇσι νηυσὶ ἐς τὴν Ἀττικὴν κατὰ μὲν ἔσυραν Φάληρον , κατὰ δὲ τῆς ἄλλης παραλίης πολλοὺς δήμους , ποιεῦντες δὲ ταῦτα μεγάλως Ἀθηναίους ἐσίνοντο .
5.82 δὲ ἔχθρη προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε . Ἐπιδαυρίοισι γῆ καρπὸν οὐδένα ἀνεδίδου · περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι · δὲ Πυθίη σφέας ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι . Ἐπειρώτων ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα λίθου · δὲ Πυθίη οὐδετέρου τούτων ἔα , ἀλλὰ ξύλου ἡμέρης ἐλαίης . Ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι ταμέσθαι , ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι · λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον κεῖνον ἐν Ἀθήνῃσι . Οἱ δὲ ἐπὶ τοῖσδε δώσειν ἔφασαν ἐπ’ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέϊ . Καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο · καὶ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο .