5.72 Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς Ἐναγέας , Κλεισθένης μὲν αὐτὸς ὑπεξέσχε · μετὰ δὲ οὐδὲν ἧσσον παρῆν ἐς τὰς Ἀθήνας Κλεομένης οὐ σὺν μεγάλῃ χειρί , ἀπικόμενος δὲ ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων , τά οἱ ὑπέθετο Ἰσαγόρης . Ταῦτα δὲ ποιήσας δεύτερα τὴν βουλὴν καταλύειν ἐπειρᾶτο , τριηκοσίοισι δὲ τοῖσι Ἰσαγόρεω στασιώτῃσι τὰς ἀρχὰς ἐνεχείριζε . Ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι τε Κλεομένης καὶ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν . Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο · τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρχονται ἐκ τῆς χώρης ὅσοι ἦσαν αὐτῶν Λακεδαιμόνιοι . Ἐπετελέετο δὲ τῷ Κλεομένεϊ φήμη . Ὡς γὰρ ἀνέβη ἐς τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν , ἤιε ἐς τὸ ἄδυτον τῆς θεοῦ ὡς προσερέων · δὲ ἱρηίη ἐξαναστᾶσα ἐκ τοῦ θρόνου πρὶν τὰς θύρας αὐτὸν ἀμεῖψαι εἶπε · ʹ ξεῖνε Λακεδαιμόνιε , πάλιν χώρεε μηδὲ ἔσιθι ἐς τὸ ἱρόν · οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα ʹ · δὲ εἶπε · ʹ γύναι , ἀλλ’ οὐ Δωριεύς εἰμι ἀλλ’ Ἀχαιός . ʹ μὲν δὴ τῇ κληδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων . Τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ , ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν , τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμ’ ἂν μέγιστα καταλέξαι .