5.73 Οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν . Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις , συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας · ἠπιστέατο γὰρ σφίσι πρὸς Λακεδαιμονίους τε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι . Ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα Ἀρταφρένης Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ κῇ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι · πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε · εἰ μὲν διδοῦσι βασιλέϊ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ , δὲ συμμαχίην σφι συνετίθετο , εἰ δὲ μὴ διδοῦσι , ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε . Οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν , βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι . Οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον . ʹ
5.74 Κλεομένης δὲ ἐπιστάμενος περιυβρίσθαι ἔπεσι καὶ ἔργοισι ὑπ’ Ἀθηναίων συνέλεγε ἐκ πάσης Πελοποννήσου στρατόν , οὐ φράζων ἐς τὸ συλλέγει , τείσασθαί τε ἐθέλων τὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἰσαγόρην βουλόμενος τύραννον καταστῆσαι · συνεξῆλθε γάρ οἱ οὗτος ἐκ τῆς ἀκροπόλιος . Κλεομένης τε δὴ στόλῳ μεγάλῳ ἐσέβαλε ἐς Ἐλευσῖνα καὶ οἱ Βοιωτοὶ ἀπὸ συνθήματος Οἰνόην αἱρέουσι καὶ Ὑσιάς , δήμους τοὺς ἐσχάτους τῆς Ἀττικῆς , Χαλκιδέες τε ἐπὶ τὰ ἕτερα ἐσίνοντο ἐπιόντες χώρους τῆς Ἀττικῆς . Ἀθηναῖοι δέ , καίπερ ἀμφιβολίῃ ἐχόμενοι , Βοιωτῶν μὲν καὶ Χαλκιδέων ἐσύστερον ἔμελλον μνήμην ποιήσεσθαι , Πελοποννησίοισι δὲ ἐοῦσι ἐν Ἐλευσῖνι ἀντία ἔθεντο τὰ ὅπλα .