5.70 Ἐν τῷ μέρεϊ δὲ ἑσσούμενος Ἰσαγόρης ἀντιτεχνᾶται τάδε · ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον , γενόμενον ἑωυτῷ ξεῖνον ἀπὸ τῆς Πεισιστρατιδέων πολιορκίης · τὸν δὲ Κλεομένεα εἶχε αἰτίη φοιτᾶν παρὰ τοῦ Ἰσαγόρεω τὴν γυναῖκα . Τὰ μὲν δὴ πρῶτα πέμπων Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα καὶ μετ’ αὐτοῦ ἄλλους πολλοὺς Ἀθηναίων , τοὺς Ἐναγέας ἐπιλέγων . Ταῦτα δὲ πέμπων ἔλεγε ἐκ διδαχῆς τοῦ Ἰσαγόρεω · οἱ μὲν γὰρ Ἀλκμεωνίδαι καὶ οἱ συστασιῶται αὐτῶν εἶχον αἰτίην τοῦ φόνου τούτου , αὐτὸς δὲ οὐ μετεῖχε οὐδ’ οἱ φίλοι αὐτοῦ .
5.71 Οἱ δ’ Ἐναγέες Ἀθηναίων ὧδε ὠνομάσθησαν . Ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης · οὗτος ἐπὶ τυραννίδι ἐκόμησε , προσποιησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη · οὐ δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα . Τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων , οἵ περ ἔνεμον τότε τὰς Ἀθήνας , ὑπεγγύους πλὴν θανάτου · φονεῦσαι δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας . Ταῦτα πρὸ τῆς Πεισιστράτου ἡλικίης ἐγένετο .