5.68 Ταῦτα μὲν ἐς Ἄδρηστόν οἱ ἐπεποίητο · φυλὰς δὲ τὰς Δωριέων , ἵνα δὴ μὴ αἱ αὐταὶ ἔωσι τοῖσι Σικυωνίοισι καὶ τοῖσι Ἀργείοισι , μετέβαλε ἐς ἄλλα οὐνόματα . Ἔνθα καὶ πλεῖστον κατεγέλασε τῶν Σικυωνίων · ἐπὶ γὰρ ὑός τε καὶ ὄνου καὶ χοίρου τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε , πλὴν τῆς ἑωυτοῦ φυλῆς · ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο . Οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο , ἕτεροι δὲ Ὑᾶται , ἄλλοι δὲ Ὀνεᾶται , ἕτεροι δὲ Χοιρεᾶται . Τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπ’ ἔτεα ἑξήκοντα · μετέπειτα μέντοι λόγον σφίσι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας · τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας .
5.69 Ταῦτα μέν νυν Σικυώνιος Κλεισθένης ἐπεποιήκεε . δὲ δὴ Ἀθηναῖος Κλεισθένης , ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων , δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας , ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι , τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο · ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον πάντων τότε πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο , τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλέονας ἐξ ἐλασσόνων · δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε , δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς . Ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων .