5.67 Ταῦτα δέ , δοκέειν ἐμοί , ἐμιμέετο Κλεισθένης οὗτος τὸν ἑωυτοῦ μητροπάτορα Κλεισθένεα τὸν Σικυῶνος τύραννον . Κλεισθένης γὰρ Ἀργείοισι πολεμήσας τοῦτο μὲν ῥαψῳδοὺς ἔπαυσε ἐν Σικυῶνι ἀγωνίζεσθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα , ὅτι Ἀργεῖοί τε καὶ Ἄργος τὰ πολλὰ πάντα ὑμνέαται · τοῦτο δέ , ἡρώιον γὰρ ἦν καὶ ἔστι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Σικυωνίων Ἀδρήστου τοῦ Ταλαοῦ , τοῦτον ἐπεθύμησε Κλεισθένης ἐόντα Ἀργεῖον ἐκβαλεῖν ἐκ τῆς χώρης . Ἐλθὼν δὲ ἐς Δελφοὺς ἐχρηστηριάζετο εἰ ἐκβάλοι τὸν Ἄδρηστον · δὲ Πυθίη οἱ χρᾷ φᾶσα Ἄδρηστον μὲν εἶναι Σικυωνίων βασιλέα , ἐκεῖνον δὲ λευστῆρα . Ἐπεὶ δὲ θεὸς τοῦτό γε οὐ παρεδίδου , ἀπελθὼν ὀπίσω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸς Ἄδρηστος ἀπαλλάξεται . Ὡς δέ οἱ ἐξευρῆσθαι ἐδόκεε , πέμψας ἐς Θήβας τὰς Βοιωτίας ἔφη θέλειν ἐπαγαγέσθαι Μελάνιππον τὸν Ἀστακοῦ · οἱ δὲ Θηβαῖοι ἔδοσαν . Ἐπαγαγόμενος δὲ Κλεισθένης τὸν Μελάνιππον τέμενός οἱ ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί μιν ἵδρυσε ἐνθαῦτα ἐν τῷ ἰσχυροτάτῳ . Ἐπηγάγετο δὲ τὸν Μελάνιππον Κλεισθένης καὶ γὰρ τοῦτο δεῖ ἀπηγήσασθαι ὡς ἔχθιστον ἐόντα Ἀδρήστῳ , ὃς τόν τε ἀδελφεόν οἱ Μηκιστέα ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα . Ἐπείτε δέ οἱ τὸ τέμενος ἀπέδεξε , θυσίας τε καὶ ὁρτὰς Ἀδρήστου ἀπελόμενος ἔδωκε τῷ Μελανίππῳ . Οἱ δὲ Σικυώνιοι ἐώθεσαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον · γὰρ χώρη ἦν αὕτη Πολύβου , δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος , ἄπαις δὲ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν ἀρχήν . Τά τε δὴ ἄλλα οἱ Σικυώνιοι ἐτίμων τὸν Ἄδρηστον καὶ δὴ πρὸς τὰ πάθεα αὐτοῦ τραγικοῖσι χοροῖσι ἐγέραιρον , τὸν μὲν Διόνυσον οὐ τιμῶντες , τὸν δὲ Ἄδρηστον . Κλεισθένης δὲ χοροὺς μὲν τῷ Διονύσῳ ἀπέδωκε , τὴν δὲ ἄλλην θυσίην Μελανίππῳ .