5.66 Ἀθῆναι , ἐοῦσαι καὶ πρὶν μεγάλαι , τότε ἀπαλλαχθεῖσαι τυράννων ἐγίνοντο μέζονες . Ἐν δὲ αὐτῇσι δύο ἄνδρες ἐδυνάστευον , Κλεισθένης τε ἀνὴρ Ἀλκμεωνίδης , ὅς περ δὴ λόγον ἔχει τὴν Πυθίην ἀναπεῖσαι , καὶ Ἰσαγόρης Τεισάνδρου οἰκίης μὲν ἐὼν δοκίμου , ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι · θύουσι δὲ οἱ συγγενέες αὐτοῦ Διὶ Καρίῳ . Οὗτοι οἱ ἄνδρες ἐστασίασαν περὶ δυνάμιος , ἑσσούμενος δὲ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται . Μετὰ δὲ τετραφύλους ἐόντας Ἀθηναίους δεκαφύλους ἐποίησε , τῶν Ἴωνος παίδων Γελέοντος καὶ Αἰγικόρεος καὶ Ἀργάδεω καὶ Ὅπλητος ἀπαλλάξας τὰς ἐπωνυμίας , ἐξευρὼν δὲ ἑτέρων ἡρώων ἐπωνυμίας ἐπιχωρίων , πάρεξ Αἴαντος · τοῦτον δέ , ἅτε ἀστυγείτονα καὶ σύμμαχον , ξεῖνον ἐόντα προσέθετο . ʹ