5.65 Καὶ οὐδέν τι πάντως ἂν ἐξεῖλον τοὺς Πεισιστρατίδας οἱ Λακεδαιμόνιοι οὔτε γὰρ ἐπέδρην ἐπενόευν ποιήσασθαι , οἵ τε Πεισιστρατίδαι σίτοισι καὶ ποτοῖσι εὖ παρεσκευάδατο πολιορκήσαντές τε ἂν ἡμέρας ὀλίγας ἀπαλλάσσοντο ἐς τὴν Σπάρτην · νῦν δὲ συντυχίη τοῖσι μὲν κακὴ ἐπεγένετο , τοῖσι δὲ αὐτὴ αὕτη σύμμαχος · ὑπεκτιθέμενοι γὰρ ἔξω τῆς χώρης οἱ παῖδες τῶν Πεισιστρατιδέων ἥλωσαν . Τοῦτο δὲ ὡς ἐγένετο , πάντα αὐτῶν τὰ πρήγματα συνετετάρακτο , παρέστησαν δὲ ἐπὶ μισθῷ τοῖσι τέκνοισι ἐπ’ οἷσι ἐβούλοντο οἱ Ἀθηναῖοι , ὥστε ἐν πέντε ἡμέρῃσι ἐκχωρῆσαι ἐκ τῆς Ἀττικῆς . Μετὰ δὲ ἐξεχώρησαν ἐς Σίγειον τὸ ἐπὶ τῷ Σκαμάνδρῳ , ἄρξαντες μὲν Ἀθηναίων ἐπ’ ἔτεα ἕξ τε καὶ τριήκοντα , ἐόντες δὲ καὶ οὗτοι ἀνέκαθεν Πύλιοί τε καὶ Νηλεῖδαι , ἐκ τῶν αὐτῶν γεγονότες καὶ οἱ ἀμφὶ Κόδρον τε καὶ Μέλανθον , οἳ πρότερον ἐπήλυδες ἐόντες ἐγένοντο Ἀθηναίων βασιλέες . Ἐπὶ τούτου δὲ καὶ τὠυτὸ οὔνομα ἀπεμνημόνευσε Ἱπποκράτης τῷ παιδὶ θέσθαι τὸν Πεισίστρατον , ἐπὶ τοῦ Νέστορος Πεισιστράτου ποιεύμενος τὴν ἐπωνυμίην . Οὕτω μὲν Ἀθηναῖοι τυράννων ἀπαλλάχθησαν . Ὅσα δὲ ἐλευθερωθέντες ἔρξαν ἔπαθον ἀξιόχρεα ἀπηγήσιος πρὶν Ἰωνίην τε ἀποστῆναι ἀπὸ Δαρείου καὶ Ἀρισταγόρην τὸν Μιλήσιον ἀπικόμενον ἐς Ἀθήνας χρηίσαι σφέων βοηθέειν , ταῦτα πρῶτα φράσω .